Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.201 Joseph. AJ 6.206 (English) >>Joseph. AJ 6.210

6.204Σαοῦλος δὲ οὐκ ἔχων ἀναφυγεῖν ἐκ τῶν ὑπεσχημένων, αἰσχρὸν γὰρ ὑπελάμβανεν ψεύσασθαι δοκεῖν διʼ ἐπιβουλὴν ἵνʼ ὡς ἀδυνάτοις ἐπιχειρῶν Δαυίδης ἀποθάνῃ τὸν γάμον ἐπηγγέλθαι, δίδωσιν αὐτῷ τὴν θυγατέρα Μελχὰν ὀνόματι. 6.205

Ἔμελλε δὲ οὐκ ἐπὶ πολὺ τοῖς γεγενημένοις ἐμμένειν Σαοῦλος ἄρα· ὁρῶν γὰρ τὸν Δαυίδην παρὰ τῷ θεῷ καὶ παρὰ τοῖς ὄχλοις εὐδοκιμοῦντα κατέδεισε, καὶ τὸν φόβον οὐκ ἔχων ἀποκρύψασθαι περὶ μεγάλων ὄντα βασιλείας τε καὶ ζωῆς, ὧν καὶ θατέρου στερηθῆναι συμφορὰ δεινή, κτείνειν τὸν Δαυίδην διεγνώκει καὶ προστάσσει τὴν ἀναίρεσιν αὐτοῦ Ἰωνάθῃ τῷ παιδὶ καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν. 6.206 δὲ τὸν πατέρα τῆς ἐπὶ τῷ Δαυίδῃ μεταβολῆς θαυμάσας οὐκ ἐπὶ μετρίοις ἀπὸ τῆς πολλῆς εὐνοίας ἀλλʼ ἐπὶ θανάτῳ γενομένης, καὶ τὸν νεανίσκον ἀγαπῶν καὶ τὴν ἀρετὴν αὐτοῦ καταιδούμενος λέγει πρὸς αὐτὸν τὸ τοῦ πατρὸς ἀπόρρητον καὶ τὴν προαίρεσιν. 6.207συμβουλεύει μέντοι φυλάσσεσθαι γενόμενον ἐκποδὼν τὴν ἐπιοῦσαν ἡμέραν· αὐτὸς γὰρ ἀσπάσεσθαι τὸν πατέρα καὶ καιροῦ παραφανέντος αὐτῷ διαλεχθήσεσθαι περὶ αὐτοῦ καὶ τὴν αἰτίαν μαθήσεσθαι καὶ ταύτην ἐκφαυλίσειν, 6.208ὡς οὐ δεῖν ἐπʼ αὐτῇ κτείνειν τοσαῦτα μὲν ἀγαθὰ τὸ πλῆθος ἐργασάμενον εὐεργέτην δʼ αὐτοῦ γεγενημένον, διʼ καὶ συγγνώμην ἂν ἐπὶ τοῖς μεγίστοις ἁμαρτήμασιν εἰκότως εὕρατο. δηλώσω δέ σοι τὴν τοῦ πατρὸς γνώμην.” Δαυίδης δὲ πεισθεὶς συμβουλίᾳ χρηστῇ ὑπεξίσταται τῆς τοῦ βασιλέως ὄψεως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.201 Joseph. AJ 6.206 (English) >>Joseph. AJ 6.210

Powered by PhiloLogic